previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


800καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς
ὅτ᾽ κελεύθου τῆσδ᾽ ὁδοιπορῶν πέλας,
ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς
ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς,
ξυνηντίαζον: κἀξ ὁδοῦ μ᾽ θ᾽ ἡγεμὼν
805αὐτός θ᾽ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.
κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
παίω δι᾽ ὀργῆς: καί μ᾽ πρέσβυς ὡς ὁρᾷ,
ὄχου παραστείχοντα τηρήσας, μέσον
κάρα διπλοῖς κέντροισί μου καθίκετο.
810οὐ μὴν ἴσην γ᾽ ἔτισεν, ἀλλὰ συντόμως
σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος
μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται:
κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ
τούτῳ προσήκει Λαΐου τι συγγενές,
815τίς τοῦδέ γ᾽ ἀνδρός ἐστιν ἀθλιώτερος;
τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ᾽ ἀνήρ;
ὃν μὴ ξένων ἔξεστι μηδ᾽ ἀστῶν τινι
δόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα,
ὠθεῖν δ᾽ ἀπ᾽ οἴκων. καὶ τάδ᾽ οὔτις ἄλλος ἦν
820 'γὼ 'π᾽ ἐμαυτῷ τάσδ᾽ ἀρὰς προστιθείς.
λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν
χραίνω, δι᾽ ὧνπερ ὤλετ᾽: ἆρ᾽ ἔφυν κακός;
ἆρ᾽ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
825μηδ᾽ ἐμβατεύειν πατρίδος, γάμοις με δεῖ
μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν
Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με.
ἆρ᾽ οὐκ ἀπ᾽ ὠμοῦ ταῦτα δαίμονός τις ἂν
κρίνων ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἂν ὀρθοίη λόγον;
830μὴ δῆτα, μὴ δῆτ᾽, θεῶν ἁγνὸν σέβας,
ἴδοιμι ταύτην ἡμέραν, ἀλλ᾽ ἐκ βροτῶν
βαίην ἄφαντος πρόσθεν τοιάνδ᾽ ἰδεῖν
κηλῖδ᾽ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb)
load focus English (Sir Richard Jebb, 1887)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 651
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: