previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἰδίπους

οἷόν μ᾽ ἀκούσαντ᾽ ἀρτίως ἔχει, γύναι,
ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.

Ἰοκάστη

ποίας μερίμνης τοῦθ᾽ ὑποστραφεὶς λέγεις;

Οἰδίπους

ἔδοξ᾽ ἀκοῦσαι σοῦ τόδ᾽, ὡς Λάϊος
730κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς.

Ἰοκάστη

ηὐδᾶτο γὰρ ταῦτ᾽ οὐδέ πω λήξαντ᾽ ἔχει.

Οἰδίπους

καὶ ποῦ 'σθ᾽ χῶρος οὗτος οὗ τόδ᾽ ἦν πάθος;

Ἰοκάστη

Φωκὶς μὲν γῆ κλῄζεται, σχιστὴ δ᾽ ὁδὸς
ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.

Οἰδίπους

735καὶ τίς χρόνος τοῖσδ᾽ ἐστὶν οὑξεληλυθώς;

Ἰοκάστη

σχεδόν τι πρόσθεν σὺ τῆσδ᾽ ἔχων χθονὸς
ἀρχὴν ἐφαίνου, τοῦτ᾽ ἐκηρύχθη πόλει.

Οἰδίπους

Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;

Ἰοκάστη

τί δ᾽ ἐστί σοι τοῦτ᾽, Οἰδίπους, ἐνθύμιον;

Οἰδίπους

740μήπω μ᾽ ἐρώτα: τὸν δὲ Λάϊον φύσιν
τίν᾽ ἦλθε φράζε, τίνα δ᾽ ἀκμὴν ἥβης ἔχων.

Ἰοκάστη

μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,
μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.

Οἰδίπους

οἴμοι τάλας: ἔοικ᾽ ἐμαυτὸν εἰς ἀρὰς
745δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι.

Ἰοκάστη

πῶς φῄς; ὀκνῶ τοι πρός σ᾽ ἀποσκοποῦσ᾽, ἄναξ.

Οἰδίπους

δεινῶς ἀθυμῶ μὴ βλέπων μάντις :
δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.

Ἰοκάστη

καὶ μὴν ὀκνῶ μέν, δ᾽ ἂν ἔρῃ μαθοῦσ᾽ ἐρῶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir Richard Jebb, 1887)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: