previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οἰδίπους

700ἐρῶ: σὲ γὰρ τῶνδ᾽ ἐς πλέον, γύναι, σέβω:
Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.

Ἰοκάστη

λέγ᾽, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.

Οἰδίπους

φονέα με φησὶ Λαΐου καθεστάναι.

Ἰοκάστη

αὐτὸς ξυνειδὼς μαθὼν ἄλλου πάρα;

Οἰδίπους

705μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ
τό γ᾽ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.

Ἰοκάστη

σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι
ἐμοῦ 'πάκουσον, καὶ μάθ᾽ οὕνεκ᾽ ἐστί σοι
βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης.
710φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα.
χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτ᾽, οὐκ ἐρῶ
Φοίβου γ᾽ ἄπ᾽ αὐτοῦ, τῶν δ᾽ ὑπηρετῶν ἄπο,
ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν,
ὅστις γένοιτ᾽ ἐμοῦ τε κἀκείνου πάρα.
715καὶ τὸν μέν, ὥσπερ γ᾽ φάτις, ξένοι ποτὲ
λῃσταὶ φονεύουσ᾽ ἐν τριπλαῖς ἁμαξιτοῖς:
παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι
τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν
ἔρριψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος.
720κἀνταῦθ᾽ Ἀπόλλων οὔτ᾽ ἐκεῖνον ἤνυσεν
φονέα γενέσθαι πατρὸς οὔτε Λάϊον
τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν.
τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,
ὧν ἐντρέπου σὺ μηδέν: ὧν γὰρ ἂν θεὸς
725χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb)
load focus English (Sir Richard Jebb, 1887)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: