previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κρέων

ἄνδρες πολῖται, δείν᾽ ἔπη πεπυσμένος
κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,
515πάρειμ᾽ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς
ταῖς νῦν νομίζει πρός γ᾽ ἐμοῦ πεπονθέναι
λόγοισιν εἴτ᾽ ἔργοισιν εἰς βλάβην φέρον,
οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,
φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν
520 ζημία μοι τοῦ λόγου τούτου φέρει,
ἀλλ᾽ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,
κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.

Χορός

ἀλλ᾽ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ᾽ ἂν
ὀργῇ βιασθὲν μᾶλλον γνώμῃ φρενῶν.

Κρέων

525τοὔπος δ᾽ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι
πεισθεὶς μάντις τοὺς λόγους ψευδεῖς λέγοι;

Χορός

ηὐδᾶτο μὲν τάδ᾽, οἶδα δ᾽ οὐ γνώμῃ τίνι.

Κρέων

ἐξ ὀμμάτων δ᾽ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς
κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;

Χορός

530οὐκ οἶδ᾽: γὰρ δρῶσ᾽, οἱ κρατοῦντες οὐχ ὁρῶ.
αὐτὸς δ᾽ ὅδ᾽ ἤδη δωμάτων ἔξω περᾷ.

Οἰδίπους

οὗτος σύ, πῶς δεῦρ᾽ ἦλθες; τοσόνδ᾽ ἔχεις
τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας
ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
535λῃστής τ᾽ ἐναργὴς τῆς ἐμῆς τυραννίδος;
φέρ᾽ εἰπὲ πρὸς θεῶν, δειλίαν μωρίαν
ἰδών τιν᾽ ἔν μοι ταῦτ᾽ ἐβουλεύσω ποεῖν;
τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε
δόλῳ προσέρπον οὐκ ἀλεξοίμην μαθών;
540ἆρ᾽ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου,
ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα
θηρᾶν, πλήθει χρήμασίν θ᾽ ἁλίσκεται;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir Richard Jebb, 1887)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: