previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οἰδίπους

Οἰδίπους

αἰτεῖς: δ᾽ αἰτεῖς, τἄμ᾽ ἐὰν θέλῃς ἔπη
κλύων δέχεσθαι τῇ νόσῳ θ᾽ ὑπηρετεῖν,
ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν:
ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ᾽ ἐξερῶ,
220ξένος δὲ τοῦ πραχθέντος: οὐ γὰρ ἂν μακρὰν
ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον,
νῦν δ᾽ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,
ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε:
ὅστις ποθ᾽ ὑμῶν Λάϊον τὸν Λαβδάκου
225κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο,
τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί:
κεἰ μὲν φοβεῖται, τοὐπίκλημ᾽ ὑπεξελεῖν
αὐτὸν καθ᾽ αὑτοῦ: πείσεται γὰρ ἄλλο μὲν
ἀστεργὲς οὐδέν. γῆς δ᾽ ἄπεισιν ἀσφαλής.
230εἰ δ᾽ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς
τὸν αὐτόχειρα, μὴ σιωπάτω: τὸ γὰρ
κέρδος τελῶ 'γὼ χἠ χάρις προσκείσεται.
εἰ δ᾽ αὖ σιωπήσεσθε, καί τις φίλου
δείσας ἀπώσει τοὔπος χαὐτοῦ τόδε,
235ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.
τὸν ἄνδρ᾽ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς
τῆσδ᾽, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω,
μήτ᾽ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,
μήτ᾽ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν
240κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν:
ὠθεῖν δ᾽ ἀπ᾽ οἴκων πάντας, ὡς μιάσματος
τοῦδ᾽ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ
μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.
ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι
245τῷ τ᾽ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω:
κατεύχομαι δὲ τὸν δεδρακότ᾽, εἴτε τις
εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,
κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον:
ἐπεύχομαι δ᾽, οἴκοισιν εἰ ξυνέστιος
250ἐν τοῖς ἐμοῖς γένοιτ᾽ ἐμοῦ συνειδότος,
παθεῖν ἅπερ τοῖσδ᾽ ἀρτίως ἠρασάμην.
ὑμῖν δὲ ταῦτα πάντ᾽ ἐπισκήπτω τελεῖν,
ὑπέρ τ᾽ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε
γῆς ὧδ᾽ ἀκάρπως κἀθέως ἐφθαρμένης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb)
load focus English (Sir Richard Jebb, 1887)
hide References (5 total)
  • Commentary references to this page (3):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 13
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 430
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 162-210
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: