previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἰδίπους

ἀλλ᾽ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ
δαίμων ἄμεινον 'μὲ φρουρήσας τύχοι.
1480 τέκνα, ποῦ ποτ᾽ ἐστέ; δεῦρ᾽ ἴτ᾽, ἔλθετε
ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,
αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδ᾽ ὁρᾶν
τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα:
ὃς ὑμίν, τέκν᾽, οὔθ᾽ ὁρῶν οὔθ᾽ ἱστορῶν
1485πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.
καὶ σφὼ δακρύω: προσβλέπειν γὰρ οὐ σθένω:
νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,
οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.
ποίας γὰρ ἀστῶν ἥξετ᾽ εἰς ὁμιλίας,
1490ποίας δ᾽ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι
πρὸς οἶκον ἵξεσθ᾽ ἀντὶ τῆς θεωρίας;
ἀλλ᾽ ἡνίκ᾽ ἂν δὴ πρὸς γάμων ἥκητ᾽ ἀκμάς,
τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,
τοιαῦτ᾽ ὀνείδη λαμβάνων, ταῖς ἐμαῖς
1495γοναῖσιν ἔσται σφῷν θ᾽ ὁμοῦ δηλήματα;
τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ
ὑμῶν ἔπεφνε: τὴν τεκοῦσαν ἤροσεν,
ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων
ἐκτήσαθ᾽ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.
1500τοιαῦτ᾽ ὀνειδιεῖσθε: κᾆτα τίς γαμεῖ;
οὐκ ἔστιν οὐδείς, τέκν᾽, ἀλλὰ δηλαδὴ
χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.
παῖ Μενοικέως, ἀλλ᾽ ἐπεὶ μόνος πατὴρ
ταύταιν λέλειψαι, νὼ γάρ, 'φυτεύσαμεν,
1505ὀλώλαμεν δύ᾽ ὄντε, μή σφε περιίδῃς
πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας,
μηδ᾽ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.
ἀλλ᾽ οἴκτισόν σφας, ὧδε τηλικάσδ᾽ ὁρῶν
πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.
1510ξύννευσον, γενναῖε, σῇ ψαύσας χερί.
πόλλ᾽ ἂν παρῄνουν: νῦν δὲ τοῦτ᾽ εὔχεσθέ μοι,
οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος
ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.

Κρέων

1515ἅλις ἵν᾽ ἐξήκεις δακρύων: ἀλλ᾽ ἴθι στέγης ἔσω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb)
load focus English (Sir Richard Jebb, 1887)
hide References (6 total)
  • Cross-references to this page (4):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, PARTICLES
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.4.1
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.1.2
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: