previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀθήνα

εἶεν, τί γὰρ δὴ παῖς τοῦ Λαερτίου,
ποῦ σοι τύχης ἕστηκεν; πέφευγέ σε;

Αἴας

τοὐπίτριπτον κίναδος ἐξήρου μ᾽ ὅπου;

Ἀθήνα

ἔγωγ᾽: Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.

Αἴας

105ἥδιστος, δέσποινα, δεσμώτης ἔσω
θακεῖ: θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.

Ἀθήνα

πρὶν ἂν τί δράσῃς τί κερδάνῃς πλέον;

Αἴας

πρὶν ἂν δεθεὶς πρὸς κίον᾽ ἑρκείου στέγης.

Ἀθήνα

τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;

Αἴας

110μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.

Ἀθήνα

μὴ δῆτα τὸν δύστηνον ὧδέ γ᾽ αἰκίσῃ.

Αἴας

χαίρειν, Ἀθάνα, τἄλλ᾽ ἐγώ σ᾽ ἐφίεμαι:
κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.

Ἀθήνα

σὺ δ᾽ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,
115χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.

Αἴας

χωρῶ πρὸς ἔργον: σοὶ δὲ τοῦτ᾽ ἐφίεμαι,
τοιάνδ᾽ ἀεί μοι σύμμαχον παρεστάναι.

Ἀθήνα

ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση;
τούτου τίς ἄν σοι τἀνδρὸς προνούστερος
120 δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;

Ὀδυσσεύς

ἐγὼ μὲν οὐδέν᾽ οἶδ᾽: ἐποικτίρω δέ νιν
δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,
ὁθούνεκ᾽ ἄτῃ συγκατέζευκται κακῇ,
οὐδὲν τὸ τούτου μᾶλλον τοὐμὸν σκοπῶν:
125ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν
εἴδωλ᾽ ὅσοιπερ ζῶμεν κούφην σκιάν.

Ἀθήνα

τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον
μηδέν ποτ᾽ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,
μηδ᾽ ὄγκον ἄρῃ μηδέν᾽, εἴ τινος πλέον
130 χειρὶ βρίθεις μακροῦ πλούτου βάθει.
ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν
ἅπαντα τἀνθρώπεια: τοὺς δὲ σώφρονας
θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1907)
load focus English (Sir Richard Jebb, 1893)
hide References (5 total)
  • Commentary references to this page (5):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 983
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 421
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 651
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 86
    • Gonzalez Lodge, Commentary on Plato: Gorgias, 474d
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: