Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ
930ψυχῆς ῥιπαὶ τήνδε γ᾽ ἔχουσιν. Κρέων
τοιγὰρ τούτων τοῖσιν ἄγουσιν
κλαύμαθ᾽ ὑπάρξει βραδυτῆτος ὕπερ. Ἀντιγόνη
οἴμοι, θανάτου τοῦτ᾽ ἐγγυτάτω
τοὔπος ἀφῖκται. Χορός
935θαρσεῖν οὐδὲν παραμυθοῦμαι
μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι. Ἀντιγόνη
ὦ γῆς Θήβης ἄστυ πατρῷον
καὶ θεοὶ προγενεῖς,
ἄγομαι δὴ κοὐκέτι μέλλω.
940λεύσσετε, Θήβης οἱ κοιρανίδαι
τὴν βασιλειδᾶν μούνην λοιπήν,
οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,
τὴν εὐσεβίαν σεβίσασα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.