previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰσμήνη

ἀλλ᾽ οὐκ ἐπ᾽ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις.

Ἀντιγόνη

καλῶς σὺ μὲν τοῖς, τοῖς δ᾽ ἐγὼ 'δόκουν φρονεῖν.

Ἰσμήνη

καὶ μὴν ἴση νῷν ἐστιν 'ξαμαρτία.

Ἀντιγόνη

θάρσει: σὺ μὲν ζῇς, δ᾽ ἐμὴ ψυχὴ πάλαι
560τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν.

Κρέων

τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως
ἄνουν πεφάνθαι, τὴν δ᾽ ἀφ᾽ οὗ τὰ πρῶτ᾽ ἔφυ.

Ἰσμήνη

οὐ γάρ ποτ᾽, ὦναξ, οὐδ᾽ ὃς ἂν βλάστῃ μένει
νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ᾽ ἐξίσταται.

Κρέων

565σοὶ γοῦν, ὅθ᾽ εἵλου σὺν κακοῖς πράσσειν κακά.

Ἰσμήνη

τί γὰρ μόνῃ μοι τῆσδ᾽ ἄτερ βιώσιμον;

Κρέων

ἀλλ᾽ ἥδε μέντοι μὴ λέγ᾽: οὐ γὰρ ἔστ᾽ ἔτι.

Ἰσμήνη

ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;

Κρέων

ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.

Ἰσμήνη

570οὐχ ὥς γ᾽ ἐκείνῳ τῇδέ τ᾽ ἦν ἡρμοσμένα.

Κρέων

κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.

Ἀντιγόνη

φίλταθ᾽ Αἷμον, ὥς σ᾽ ἀτιμάζει πατήρ.

Κρέων

ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.

Χορός

γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;

Κρέων

575Ἅιδης παύσων τούσδε τοὺς γάμους ἔφυ.

Χορός

δεδογμέν᾽, ὡς ἔοικε, τήνδε κατθανεῖν.

Κρέων

καὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτ᾽, ἀλλά νιν
κομίζετ᾽ εἴσω, δμῶες: ἐκ δὲ τοῦδε χρὴ
γυναῖκας εἶναι τάσδε μηδ᾽ ἀνειμένας.
580φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας
ἤδη τὸν, Ἅιδην εἰσορῶσι τοῦ βίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1900)
load focus English (Sir Richard Jebb, 1891)
hide References (7 total)
  • Commentary references to this page (4):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 153
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 377
    • Walter Leaf, Commentary on the Iliad (1900), 4.175
    • Gilbert A. Davies, Commentary on Demosthenes: Philippics I, II, III, 51
  • Cross-references to this page (1):
    • Basil L. Gildersleeve, Syntax of Classical Greek, The Article
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: