previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ὕλλος

οἴμοι ἐγὼ σοῦ,
πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος.
τί πάθω; τί δὲ μήσομαι; οἴμοι.

Πρέσβυς

σίγα, τέκνον, μὴ κινήσῃς
975ἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος:
ζῇ γὰρ προπετής: ἀλλ᾽ ἴσχε δακὼν στόμα σόν.

Ὕλλος
πῶς φής, γέρον; ζῇ;

Πρέσβυς

οὐ μὴ 'ξεγερεῖς τὸν ὕπνῳ κάτοχον
κἀκκινήσεις κἀναστήσεις
980φοιτάδα δεινὴν νόσον, τέκνον.

Ὕλλος
ἀλλ᾽ ἐπί μοι μελέῳ
βάρος ἄπλετον: ἐμμέμονεν φρήν.

Ἡρακλῆς

Ζεῦ,
ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶν
985κεῖμαι πεπονημένος ἀλλήκτοις
ὀδύναις; οἴμοι μοι ἐγὼ τλάμων:
δ᾽ αὖ μιαρὰ βρύκει. φεῦ.

Πρέσβυς

ἆρ᾽ ἐξῄδη σ᾽ ὅσον ἦν κέρδος
σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι
990τῷδ᾽ ἀπὸ κρατὸς βλεφάρων θ᾽ ὕπνον;

Ὕλλος
οὐ γὰρ ἔχω πῶς ἂν
στέρξαιμι κακὸν τόδε λεύσσων.

Ἡρακλῆς

Κηναία κρηπὶς βωμῶν,
ἱερῶν οἵαν οἵων ἐπί μοι
995μελέῳ χάριν ἠνύσω: Ζεῦ.
οἵαν μ᾽ ἄρ᾽ ἔθου λώβαν, οἵαν:
ἣν μή ποτ᾽ ἐγὼ προσιδεῖν τάλας
ὤφελον ὄσσοις, τόδ᾽ ἀκήλητον
μανίας ἄνθος καταδερχθῆναι.
1000τίς γὰρ ἀοιδός, τίς χειροτέχνης
ἰατορίας, ὃς τήνδ᾽ ἄτην
χωρὶς Ζηνὸς κατακηλήσει;
θαῦμ᾽ ἂν πόρρωθεν ἰδοίμην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1902)
hide References (6 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 1183
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
  • Cross-references in general dictionaries to this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: