previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἅπας δ᾽ ἀνηυφήμησεν οἰμωγῇ λεώς,
τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου:
785κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν.
ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος,
βοῶν, ἰύζων: ἀμφὶ δ᾽ ἐκτύπουν πέτραι,
Λοκρῶν τ᾽ ὄρειοι πρῶνες Εὐβοίας τ᾽ ἄκραι.
ἐπεὶ δ᾽ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ
790ῥίπτων ἑαυτόν, πολλὰ δ᾽ οἰμωγῇ βοῶν,
τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος
σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον
οἷον κατακτήσαιτο λυμαντὴν βίου,
τότ᾽ ἐκ προσέδρου λιγνύος διάστροφον
795ὀφθαλμὸν ἄρας εἶδέ μ᾽ ἐν πολλῷ στρατῷ
δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ:
παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,
μηδ᾽ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί:
ἀλλ᾽ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς
800ἐνταῦθ᾽ ὅπου με μή τις ὄψεται βροτῶν:
εἰ δ᾽ οἶκτον ἴσχεις, ἀλλά μ᾽ ἔκ γε τῆσδε γῆς
πόρθμευσον ὡς τάχιστα, μηδ᾽ αὐτοῦ θάνω.
τοσαῦτ᾽ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει
θέντες σφε πρὸς γῆν τήνδ᾽ ἐκέλσαμεν μόλις
805βρυχώμενον σπασμοῖσι: καί νιν αὐτίκα
ζῶντ᾽ ἐσόψεσθ᾽ τεθνηκότ᾽ ἀρτίως.
τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασ᾽ ἐμῷ
καὶ δρῶσ᾽ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη
τίσαιτ᾽ Ἐρινύς τ᾽. εἰ θέμις δ᾽, ἐπεύχομαι:
810θέμις δ᾽, ἐπεί μοι τὴν θέμιν σὺ προύβαλες,
πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ
κτείνασ᾽, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1902)
load focus English (Sir Richard Jebb, 1892)
load focus English (Robert Torrance)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: