previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

ταρβεῖν μὲν ἔργα δείν᾽ ἀναγκαίως ἔχει,
τὴν δ᾽ ἐλπίδ᾽ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.

Δηιάνειρα

725οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν
οὐδ᾽ ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ.

Χορός

ἀλλ᾽ ἀμφὶ τοῖς σφαλεῖσι μὴ 'ξ ἑκουσίας
ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.

Δηιάνειρα

τοιαῦτα δ᾽ ἂν λέξειεν οὐχ τοῦ κακοῦ
730κοινωνός, ἀλλ᾽ μηδέν ἐστ᾽ οἴκοι βαρύ.

Χορός

σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον,
εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς: ἐπεὶ
πάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.

Ὕλλος

μῆτερ, ὡς ἂν ἐκ τριῶν σ᾽ ἓν εἱλόμην,
735 μηκέτ᾽ εἶναι ζῶσαν, σεσωσμένην
ἄλλου κεκλῆσθαι μητέρ᾽, λῴους φρένας
τῶν νῦν παρουσῶν τῶνδ᾽ ἀμείψασθαί ποθεν.

Δηιάνειρα

τί δ᾽ ἐστίν, παῖ, πρός γ᾽ ἐμοῦ στυγούμενον;

Ὕλλος

τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δ᾽ ἐμὸν λέγω
740πατέρα, κατακτείνασα τῇδ᾽ ἐν ἡμέρᾳ.

Δηιάνειρα

οἴμοι, τιν᾽ ἐξήνεγκας, τέκνον, λόγον;

Ὕλλος

ὃν οὐχ οἷόν τε μὴ οὐ τελεσθῆναι: τὸ γὰρ
φανθὲν τίς ἂν δύναιτ᾽ ἂν ἀγένητον ποεῖν;

Δηιάνειρα

πῶς εἶπας, παῖ; τοῦ παρ᾽ ἀνθρώπων μαθὼν
745ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής;

Ὕλλος

αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν
πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.

Δηιάνειρα

ποῦ δ᾽ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1902)
load focus English (Robert Torrance)
load focus English (Sir Richard Jebb, 1892)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: