Click on a word to bring up parses, dictionary entries, and frequency statistics
705ὥστ᾽ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω:
ὁρῶ δέ μ᾽ ἔργον δεινὸν ἐξειργασμένην.
πόθεν γὰρ ἄν ποτ᾽, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ
ἐμοὶ παρέσχ᾽ εὔνοιαν, ἧς ἔθνῃσχ᾽ ὕπερ;
οὐκ ἔστιν, ἀλλὰ τὸν βαλόντ᾽ ἀποφθίσαι
710χρῄζων ἔθελγέ μ᾽: ὧν ἐγὼ μεθύστερον,
ὅτ᾽ οὐκέτ᾽ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.
μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι
γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ:
τὸν γὰρ βαλόντ᾽ ἄτρακτον οἶδα καὶ θεὸν
715Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ,
φθείρει τὰ πάντα κνώδαλ᾽: ἐκ δὲ τοῦδ᾽ ὅδε
σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας
πῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ.
καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται,
720ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα:
ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν,
ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.