previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δηιάνειρα

τέκνον, παῖ, κἀξ ἀγεννήτων ἄρα
μῦθοι καλῶς πίπτουσιν: ἥδε γὰρ γυνὴ
δούλη μέν, εἴρηκεν δ᾽ ἐλεύθερον λόγον.

Ὕλλος

ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.

Δηιάνειρα

65σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου
τὸ μὴ πυθέσθαι ποῦ 'στιν, αἰσχύνην φέρειν.

Ὕλλος

ἀλλ᾽ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.

Δηιάνειρα

καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;

Ὕλλος

τὸν μὲν παρελθόντ᾽ ἄροτον ἐν μήκει χρόνου
70Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν.

Δηιάνειρα

πᾶν τοίνυν, εἰ καὶ τοῦτ᾽ ἔτλη, κλύοι τις ἄν.

Ὕλλος

ἀλλ᾽ ἐξαφεῖται τοῦδέ γ᾽, ὡς ἐγὼ κλύω.

Δηιάνειρα

ποῦ δῆτα νῦν ζῶν θανὼν ἀγγέλλεται;

Ὕλλος

Εὐβοΐδα χώραν φασίν, Εὐρύτου πόλιν,
75ἐπιστρατεύειν αὐτὸν μέλλειν ἔτι.

Δηιάνειρα

ἆρ᾽ οἶσθα δῆτ᾽, τέκνον, ὡς ἔλειπέ μοι
μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;

Ὕλλος

τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1902)
load focus English (Robert Torrance)
load focus English (Sir Richard Jebb, 1892)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1094
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: