Ἄγγελος
335αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασ᾽, ὅπως
μάθῃς ἄνευ τῶνδ᾽, οὕστινάς τ᾽ ἄγεις ἔσω,
ὧν τ᾽ οὐδὲν εἰσήκουσας ἐκμάθῃς ἃ δεῖ:
τούτων ἔχω γὰρ πάντ᾽ ἐπιστήμην ἐγώ.
Δηιάνειρα
τί δ᾽ ἐστί; τοῦ με τήνδ᾽ ἐφίστασαι βάσιν;
Ἄγγελος
340σταθεῖσ᾽ ἄκουσον: καὶ γὰρ οὐδὲ τὸν πάρος
μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.
Δηιάνειρα
πότερον ἐκείνους δῆτα δεῦρ᾽ αὖθις πάλιν
καλῶμεν, ἢ 'μοὶ ταῖσδέ τ᾽ ἐξειπεῖν θέλεις;
Ἄγγελος
σοὶ ταῖσδέ τ᾽ οὐδὲν εἴργεται, τούτους δ᾽ ἔα.
Δηιάνειρα
345καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.
Ἄγγελος
ἁνὴρ ὅδ᾽ οὐδὲν ὧν ἔλεξεν ἀρτίως
φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλ᾽ ἢ νῦν κακὸς
ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.
Δηιάνειρα
τί φής; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς.
350ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μ᾽ ἔχει.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.