previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,
σκέψαι θ᾽ ὁποίας ταῦτα συμφορᾶς ὕπο
πέπονθα: δείξω γὰρ τάδ᾽ ἐκ καλυμμάτων.
ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,
1080ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω.
αἰαῖ, τάλας,
ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδ᾽ αὖ,
διῇξε πλευρῶν, οὐδ᾽ ἀγύμναστόν μ᾽ ἐᾶν
ἔοικεν τάλαινα διάβορος νόσος.
1085ὦναξ Ἀίδη, δέξαι μ᾽,
Διὸς ἀκτίς, παῖσον,
ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος,
πάτερ, κεραυνοῦ: δαίνυται γὰρ αὖ πάλιν,
ἤνθηκεν, ἐξωρμήκεν. χέρες χέρες,
1090 νῶτα καὶ στέρν᾽, φίλοι βραχίονες,
ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθ᾽, οἵ ποτε
Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα
λέοντ᾽, ἄπλατον θρέμμα κἀπροσήγορον,
βίᾳ κατειργάσασθε, Λερναίαν θ᾽ ὕδραν,
1095διφυῆ τ᾽ ἄμικτον ἱπποβάμονα στρατὸν
θηρῶν, ὑβριστὴν ἄνομον, ὑπέροχον βίαν,
Ἐρυμάνθιόν τε θῆρα, τόν θ᾽ ὑπὸ χθονὸς
Ἅιδου τρίκρανον σκύλακ᾽, ἀπρόσμαχον τέρας,
δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων
1100δράκοντα μήλων φύλακ᾽ ἐπ᾽ ἐσχάτοις τόποις.
ἄλλων τε μόχθων μυρίων ἐγευσάμην,
κοὐδεὶς τροπαῖ᾽ ἔστησε τῶν ἐμῶν χερῶν.
νῦν δ᾽ ὧδ᾽ ἄναρθρος καὶ κατερρακωμένος
τυφλῆς ὑπ᾽ ἄτης ἐκπεπόρθημαι τάλας,
1105 τῆς ἀρίστης μητρὸς ὠνομασμένος,
τοῦ κατ᾽ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος.
ἀλλ᾽ εὖ γέ τοι τόδ᾽ ἴστε, κἂν τὸ μηδὲν
κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε
χειρώσομαι κἀκ τῶνδε: προσμόλοι μόνον,
1110ἵν᾽ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι
καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτισάμην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1902)
load focus English (Robert Torrance)
load focus English (Sir Richard Jebb, 1892)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: