This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
- collection : letter : section
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8] ὑπὲρ ὧν ὑμεῖς ἄν μοι δικαίως πλείστην ἔχοιτε χάριν: μάλιστα γὰρ ἐπιθυμοῦντες διατελεῖτε τῆς τοιαύτης καταστάσεως. οἶμαι δ᾽ ἄν, εἰ Κόνων μὲν καὶ Τιμόθεος ἐτύγχανον ζῶντες, Διόφαντος δ᾽ ἧκεν ἐκ τῆς Ἀσίας, πολλὴν ἂν αὐτοὺς ποιήσασθαι σπουδήν, εὑρέσθαι με βουλομένους ὧν τυγχάνω δεόμενος. περὶ ὧν οὐκ οἶδ᾽ ὅ τι δεῖ πλείω λέγειν: οὐδεὶς γὰρ ὑμῶν οὕτως ἐστὶ νέος οὐδ᾽ ἐπιλήσμων, ὅστις οὐκ οἶδε τὰς ἐκείνων εὐεργεσίας.