This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
- collection : letter : section
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5] ἐπήρθην μὲν οὖν ἐπιστέλλειν σοι διὰ ταῦτα. λέγειν δὲ μέλλω περὶ μεγάλων πραγμάτων καὶ περὶ ὧν οὐδενὶ τῶν ζώντων ἀκοῦσαι μᾶλλον ἢ σοὶ προσήκει. καὶ μὴ νόμιζέ με προθύμως οὕτω σε παρακαλεῖν, ἵνα γένῃ συγγράμματος ἀκροατής: οὐ γὰρ οὔτ᾽ ἐγὼ τυγχάνω φιλοτίμως διακείμενος πρὸς τὰς ἐπιδείξεις οὔτε σὺ λανθάνεις ἡμᾶς ἤδη πλήρης ὢν τῶν τοιούτων.