Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[88]
ἀλλὰ γὰρ οὐκ οἶδ᾽ ὅποι τυγχάνω φερόμενος: ἀεὶ γὰρ οἰόμενος δεῖν προστιθέναι τὸ τῶν προειρημένων ἐχόμενον, παντάπασι πόρρω γέγονα τῆς ὑποθέσεως. λοιπὸν οὖν ἐστιν οὐδὲν ἄλλο, πλὴν αἰτησάμενον τῷ γήρᾳ συγγνώμην ὑπὲρ τῆς λήθης καὶ τῆς μακρολογίας, τῶν εἰθισμένων παραγίγνεσθαι τοῖς τηλικούτοις, ἐπανελθεῖν εἰς τὸν τόπον ἐκεῖνον ἐξ οὗπερ εἰσέπεσον εἰς τὴν περιττολογίαν ταύτην.