Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[87]
οὐ μόνον δ᾽ ἂν εὑρεθείην ἐπὶ τοῖς νῦν λεγομένοις ταύτην ἔχων τὴν διάνοιαν, ἀλλ᾽ ὁμοίως ἐπὶ πάντων, ἐπεὶ καὶ τῶν πεπλησιακότων μοι φανείην ἂν μᾶλλον χαίρων τοῖς ἐπὶ τῷ βίω καὶ ταῖς πράξεσιν εὐδοκιμοῦσιν ἢ τοῖς περὶ τοὺς λόγους δεινοῖς εἶναι δοκοῦσιν. καίτοι τῶν μὲν εὖ ῥηθέντων, εἰ καὶ μηδὲν συμβαλοίμην, ἅπαντες ἂν ἐμοὶ τὴν αἰτίαν ἀναθεῖεν, τῶν δ᾽ ὀρθῶς πραττομένων εἰ καὶ πάντες εἰδεῖέν με σύμβουλον γεγενημένον, οὐδεὶς ὅστις οὐκ ἂν αὐτὸν τὸν μεταχειριζόμενον τὰς πράξεις ἐπαινέσειεν.