Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[83]
τὸ τοίνυν τέλος, ὃ πᾶσι τούτοις ἐπέθηκεν, οὐδενὸς ἧττον προσήκει θαυμάζειν: οὐ γὰρ ἀπρεπὲς οὐδ᾽ ἀνάξιον τῶν προειρημένων φανήσεται ποιησάμενος, ἀλλὰ λόγῳ μὲν πρὸς μίαν πόλιν πολεμήσας, ἔργῳ δ᾽ οὐ μόνον πρὸς ἅπαντας τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἀλλὰ καὶ πρὸς ἄλλα γένη πολλὰ τῶν βαρβάρων κινδυνεύων οὐκ ἀπεῖπεν οὐδ᾽ ἀπῆλθε, πρὶν τήν τε πόλιν τοῦ τολμήσαντος ἐξαμαρτεῖν ἐξηνδραποδίσατο καὶ τοὺς βαρβάρους ἔπαυσεν ὑβρίζοντας.