Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
βούλομαι οὖν προδιαλεχθῆναι περί τ᾽ ἐμαυτοῦ καὶ περὶ τῶν οὕτω πρός με διακειμένων, ἵν᾽ ἤν πως οἷός τε γένωμαι, τοὺς μὲν παύσω βλασφημοῦντας, τοὺς δ᾽ εἰδέναι ποιήσω περὶ ἃ τυγχάνω διατρίβων: ἢν γὰρ ταῦτα τῷ λόγῳ δυνηθῶ διοικῆσαι κατὰ τρόπον, ἐλπίζω τὸν ἐπίλοιπον χρόνον αὐτός τε ἀλύπως διάξειν, καὶ τῷ λόγῳ τῷ μέλλοντι ῥηθήσεσθαι τοὺς παρόντας μᾶλλον προσέξειν τὸν νοῦν.