Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[262]
“ἀπλήστως δὲ διακείμενος ἐν τῷ παρόντι πρὸς τὸ λέγειν, καὶ πόλλ᾽ ἂν εἰπεῖν ἔχων ἔτι καὶ περὶ σοῦ καὶ περὶ τοῖν πολέοιν καὶ περὶ τοῦ λόγου, ταῦτα μὲν ἐάσω, περὶ ὧν δὲ παρακληθῆναί με σὺ φῄς, περὶ τούτων ἀποφανοῦμαι. συμβουλεύω γάρ σοι μήτε κατακάειν τὸν λόγον μήτ᾽ ἀφανίζειν, ἀλλ᾽ εἴ τινος ἐνδεής ἐστι, διορθώσαντα καὶ προσγράψαντα πάσας τὰς διατριβὰς τὰς περὶ αὐτὸν γεγενημένας διδόναι τοῖς βουλομένοις λαμβάνειν,