Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[248]
“ἐγὼ δ᾽ ὁμολογῶ μὲν ἀπολελεῖφθαι τὴν ἐμὴν φρόνησιν τῆς σῆς ὡς δυνατὸν πλεῖστον, οὐ μὴν ἀλλ᾽ ὥσπερ τοῦτ᾽ οἶδα, κἀκεῖνο τυγχάνω γιγνώσκων, ὅτι τῆς πόλεως τῆς ὑμετέρας βουλευομένης περὶ τῶν μεγίστων οἱ μὲν ἄριστα φρονεῖν δοκοῦντες ἐνίοτε διαμαρτάνουσι τοῦ συμφέροντος, τῶν δὲ φαύλων νομιζομένων εἶναι καὶ καταφρονουμένων ἔστιν ὅτε κατώρθωσεν ὁ τυχὼν καὶ βέλτιστα λέγειν ἔδοξεν: