Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[230]
ἀλλὰ διημαρτηκότες ἀμφοτέρων ἡμῶν. ὁ μὲν γὰρ ἀπῄει φρονιμώτερος γεγενημένος καὶ συνεσταλμένην ἔχων τὴν διάνοιαν, ὥσπερ χρὴ τοὺς εὖ φρονοῦντας, καὶ πεπονθὼς τὸ γεγραμμένον ἐν Δελφοῖς, αὑτόν τ᾽ ἐγνωκὼς καὶ τὴν Λακεδαιμονίων φύσιν μᾶλλον ἢ πρότερον: ἐγὼ δ᾽ ὑπελειπόμην ἐπιτυχῶς μὲν ἴσως διειλεγμένος, ἀνοητότερος δὲ δι᾽ αὐτὸ τοῦτο γεγενημένος, καὶ φρονῶν μεῖζον ἢ προσῆκε τοὺς τηλικούτους, καὶ ταραχῆς μειρακιώδους μεστὸς ὤν.