Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[222]
χρὴ δὲ τοὺς ὀρθῶς δοκιμάζειν βουλομένους περὶ τῶν τοιούτων ἐν ἀρχῇ μὲν ἡσυχίαν ἄγειν καὶ μηδεμίαν δόξαν ἔχειν περὶ αὐτῶν, ἐπειδὰν δ᾽ εἰς τὸν χρόνον ἐκεῖνον ἔλθωσιν, ἐν ᾧ καὶ λέγοντας καὶ πράττοντας αὐτοὺς ὄψονται καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν, τότε θεωρεῖν ἀκριβῶς ἕκαστον αὐτῶν,