Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[220]
μὴ πρὸς τοὺς βαρβάρους μηδὲ πρὸς τοὺς ἁμαρτάνοντας μηδὲ πρὸς τοὺς εἰς τὴν αὑτῶν χώραν εἰσβάλλοντας, ἀλλὰ πρὸς τοὺς οἰκειοτάτους καὶ τῆς αὐτῆς συγγενείας μετέχοντας: ἅπερ ἐποίουν Ξπαρτιᾶται. καίτοι πῶς ὅσιόν ἐστι φάσκειν καλῶς χρῆσθαι τοῖς περὶ τὸν πόλεμον ἐπιτηδεύμασιν, οἵτινες οὓς προσῆκε σώζειν, τούτους ἀπολλύοντες ἅπαντα τὸν χρόνον διετέλεσαν;