Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
ταῦτα μὲν οὖν οὐχ οἷόν τ᾽ ἄλλως ἔχειν, ἀλλ᾽ ἀνάγκη στέργειν τοῖς ἤδη συμβεβηκόσι.πολλῶν δέ μοι λόγων ἐφεστώτων, ἀπορῶ πότερον ἀντικατηγορῶ τῶν εἰθισμένων ἀεί τι ψεύδεσθαι περί μου καὶ λέγειν ἀνεπιτήδειον τολμώντων: ἀλλ᾽ εἰ φανείην σπουδάζων καὶ πολλοὺς λόγους ποιούμενος περὶ ἀνθρώπων οὓς οὐδεὶς ὑπείληφεν ἀξίους εἶναι λόγου, δικαίως ἂν μωρὸς εἶναι δοκοίην.