Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[215]
ταῦτ᾽ ἀκούσας θρασέως μὲν οὐδὲ πρὸς ἓν ἀντεῖπε τῶν εἰρημένων, οὐδ᾽ αὖ παντάπασιν ἀπεσιώπησεν, ἀλλ᾽ ἔλεγεν ὅτι “οὐ μὲν πεποίησαι τοὺς λόγους” ἐμὲ λέγων “ὡς ἅπαντ᾽ ἀποδεχομένου μου τἀκεῖ καὶ καλῶς ἔχειν νομίζοντος: ἐμοὶ δὲ δοκεῖς περὶ μὲν τῆς τῶν παίδων αὐτονομίας καὶ περὶ ἄλλων πολλῶν εἰκότως ἐπιτιμᾶν ἐκείνοις,