Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[214]
οἱ μὲν γὰρ ἄλλοι τοὺς κακουργοῦντας1 καὶ κλέπτοντας πονηροτέρους2 τῶν οἰκετῶν νομίζουσιν, ἐκεῖνοι δὲ τοὺς ἐν τοῖς τοιούτοις τῶν ἔργων πρωτεύοντας βελτίστους εἶναι τῶν παίδων ὑπολαμβάνουσι καὶ μάλιστα τιμῶσιν. καίτοι τίς ἂν τῶν εὖ φρονούντων οὐκ ἂν τρὶς ἀποθανεῖν ἕλοιτο μᾶλλον, ἢ διὰ τοιούτων ἐπιτηδευμάτων γνωσθῆναι τὴν ἄσκησιν τῆς ἀρετῆς ποιούμενος;”
1 κακουργοῦνταςvulg.:κατηγοροῦντας Γ.
2 πονηροτέρουςvulg.:πονηροτάτους Γ.