Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[192]
παραλιπὼν δὲ τὸν πλεῖστον ὄχλον τῶν ἐν ἐκείνῳ μὲν τῷ χρόνῳ πραχθέντων ῥηθῆναι δὲ νῦν οὐ κατεπειγόντων, ὡς ἂν δύνωμαι συντομώτατα πειράσομαι δηλῶσαι τούς τ᾽ ἐπιστρατεύσαντας τῇ πόλει καὶ τὰς μάχας τὰς ἀξίας μνημονευθῆναι καὶ ῥηθῆναι καὶ τοὺς ἡγεμόνας αὐτῶν, ἔτι δὲ τὰς προφάσεις ἃς ἔλεγον, καὶ τὴν δύναμιν τῶν γενῶν τῶν συνακολουθησάντων αὐτοῖς: ἱκανὰ γὰρ ἔσται ταῦτ᾽ εἰπεῖν πρὸς οἷς περὶ τῶν ἐναντίων εἰρήκαμεν.