Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[188]
ὧν Σπαρτιάταις μὲν οὐδὲν πώποτ᾽ ἐμέλησεν: βλέπουσι γὰρ εἰς οὐδὲν ἄλλο πλὴν ὅπως ὡς πλεῖστα τῶν ἀλλοτρίων κατασχήσουσιν: οἱ δ᾽ ἡμέτεροι περὶ οὐδὲν οὕτω τῶν ὄντων ἐσπούδαζον ὡς τὸ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν: ἡγοῦντο γὰρ οὐδεμίαν ἂν γενέσθαι κρίσιν οὔτ᾽ ἀληθεστέραν οὔτε δικαιοτέραν τῆς ὑπὸ παντὸς τοῦ γένους γνωσθείσης.