Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[184]
ἧς ὀλιγωροῦντές τινες ἐγκωμιάζουσι τοὺς πλείω τῶν ἄλλων ἡμαρτηκότας, καὶ οὐκ αἰσθάνονται τὰς διανοίας ἐπιδεικνύντες τὰς σφετέρας αὐτῶν, ὅτι κἀκείνους ἂν ἐπαινέσειαν, τοὺς πλείω μὲν κεκτημένους τῶν ἱκανῶν, ἀποκτεῖναι δ᾽ ἂν τολμήσαντας τοὺς ἀδελφοὺς τοὺς ἑαυτῶν καὶ τοὺς ἑταίρους καὶ τοὺς κοινωνοὺς ὥστε καὶ τἀκείνων λαβεῖν: ὅμοια γὰρ τὰ τοιαῦτα τῶν ἔργων ἐστὶ τοῖς ὑπὸ Σπαρτιατῶν πεπραγμένοις, ἃ τοὺς ἀποδεχομένους ἀναγκαῖόν ἐστι καὶ περὶ τῶν εἰρημένων ἄρτι τὴν αὐτὴν ἔχειν γνώμην.