Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[176]
ἔσται δ᾽ ὁ λόγος παράδοξος μὲν τοῖς πολλοῖς, ὁμοίως δ᾽ ἀληθὴς τοῖς ἄλλοις.ἄρτι μὲν οὖν ἠπόρουν ποτέρων διεξίω πρότερον τοὺς κινδύνους καὶ τὰς μάχας, τὰς Σπαρτιατῶν ἢ τὰς τῶν ἡμετέρων: νῦν δὲ προαιροῦμαι λέγειν τὰς ἐκείνων, ἵν᾽ ἐν ταῖς καλλίοσι καὶ δικαιοτέραις καταλύω τὸν λόγον τὸν περὶ τούτων.