Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[175]
ἔχων δὲ πολλὰς καὶ καλὰς πράξεις περὶ τῶν προγόνων εἰπεῖν, σκοποῦμαι τίνα τρόπον διαλεχθῶ περὶ αὐτῶν. μέλει γάρ μοι τούτων μᾶλλον ἢ τῶν ἄλλων: τυγχάνω γὰρ ὢν περὶ τὴν ὑπόθεσιν ἣν ἐποιησάμην τελευταίαν, ἐν ᾗ προεῖπον ὡς ἐπιδείξω τοὺς προγόνους ἡμῶν ἐν τοῖς πολέμοις καὶ ταῖς μάχαις πλέον διενεγκόντας Σπαρτιατῶν ἢ τοῖς ἄλλοις ἅπασιν.