Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[166]
πολλῶν δὲ γιγνομένων τῶν ταῦτα βουλομένων καὶ πειθομένων, στρατόπεδα συνιστάντες ἐξ αὐτῶν, τούς τε τὰς νήσους κατέχοντας τῶν βαρβάρων καὶ τοὺς ἐφ᾽ ἑκατέρας τῆς ἠπείρου τὴν παραλίαν κατοικοῦντας καταστρεφόμενοι, καὶ πάντας ἐκβαλόντες, τοὺς μάλιστα βίου δεομένους τῶν Ἑλλήνων κατῴκιζον. καὶ ταῦτα πράττοντες καὶ τοῖς ἄλλοις ὑποδεικνύοντες διετέλουν, ἕως ἤκουσαν Σπαρτιάτας τὰς πόλεις τὰς ἐν Πελοποννήσῳ κατοικούσας, ὥσπερ εἶπον, ὑφ᾽ αὑτοῖς πεποιημένους: μετὰ δὲ ταῦτα τοῖς ἰδίοις ἠναγκάζοντο προσέχειν τὸν νοῦν.