Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
καὶ τί δεῖ θαυμάζειν τῶν πρὸς ἁπάσας τὰς ὑπεροχὰς οὕτω διακεῖσθαι πεφυκότων, ὅπου καὶ τῶν οἰομένων διαφέρειν καὶ ζηλούντων ἐμὲ καὶ μιμεῖσθαι γλιχομένων τινὲς ἔτι δυσμενέστερον ἔχουσί μοι τῶν ἰδιωτῶν: ὧν τίνας ἄν τις εὕροι πονηροτέρους, εἰρήσεται γάρ, εἰ καί τισι δόξω νεώτερα καὶ βαρύτερα λέγειν τῆς ἡλικίας, οἵτινες οὔτε φράζειν οὐδὲν μέρος ἔχοντες τοῖς μαθηταῖς τῶν εἰρημένων ὑπ᾽ ἐμοῦ, τοῖς τε λόγοις παραδείγμασι χρώμενοι τοῖς ἐμοῖς καὶ ζῶντες ἐντεῦθεν τοσούτου δέουσι χάριν ἔχειν τούτων, ὥστ᾽ οὐδ᾽ ἀμελεῖν ἡμῶν ἐθέλουσιν, ἀλλ᾽ ἀεί τι φλαῦρον περὶ ἐμοῦ λέγουσιν;