Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[153]
ἐγὼ δ᾽ ὁμολογῶ μὲν ἐρεῖν πολλὰ τῶν ἐκεῖ καθεστώτων, οὐχ ὡς Λυκούργου τι τούτων εὑρόντος ἢ διανοηθέντος, ἀλλ᾽ ὡς μιμησαμένου τὴν διοίκησιν ὡς δυνατὸν ἄριστα τὴν τῶν προγόνων τῶν ἡμετέρων, καὶ τήν τε δημοκρατίαν καταστήσαντος παρ᾽ αὐτοῖς τὴν ἀριστοκρατίᾳ μεμιγμένην, ἥπερ ἦν παρ᾽ ἡμῖν, καὶ τὰς ἀρχὰς οὐ κληρωτὰς ἀλλ᾽ αἱρετὰς ποιήσαντος,