Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[146]
καὶ τοὺς μὲν ἀκριβεῖς περὶ ταύτας γιγνομένους μετρίως ἐπαινεθέντας ἐφ᾽ ἑτέραν ἐπιμέλειαν τάττεσθαι τοιαύτην, τοὺς δὲ καὶ μικρὸν παραβάντας ταῖς ἐσχάταις αἰσχύναις καὶ μεγίσταις ζημίαις περιπίπτειν: ὥστε μηδένα τῶν πολιτῶν ὥσπερ νῦν διακεῖσθαι πρὸς τὰς ἀρχάς, ἀλλὰ μᾶλλον τότε ταύτας φεύγειν ἢ νῦν διώκειν,