Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[142]
ἔργῳ δὲ λυμαινομένους καὶ συκοφαντοῦντας καὶ διατιθέντας αὐτοὺς οὕτω πρὸς ἡμᾶς, ὥστε τῶν πόλεων τὰς εἰς τὸν πόλεμον καθισταμένας ἥδιον ἂν καὶ θᾶττον ἐνίας εἰσδέξασθαι τοὺς πολιορκοῦντας ἢ τὴν παρ᾽ ἡμῶν βοήθειαν. ἀπείποι δ᾽ ἄν τις γράφων, εἰ πάσας τὰς κακοηθείας καὶ πονηρίας ἐξαριθμεῖν ἐπιχειρήσειεν.