Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
καὶ τῶν συμβουλευόντων ἀποικίαν ἐκπέμπειν κοινῇ πάντας ἡμᾶς ἐπὶ τοσαύτην χώραν καὶ τοιαύτην, περὶ ἧς ὅσοι περ ἀκηκόασιν ὁμολογοῦσιν ἡμᾶς τε, εἰ σωφρονήσαιμεν καὶ παυσαίμεθα τῆς πρὸς ἀλλήλους μανίας, ταχέως ἂν ἄνευ πόνων καὶ κινδύνων κατασχεῖν αὐτήν, ἐκείνην τε ῥᾳδίως ἂν ἅπαντας δέξασθαι τοὺς ἐνδεεῖς ἡμῶν ὄντας τῶν ἐπιτηδείων: ὧν πράξεις, εἰ πάντες συνελθόντες ζητοῖεν, οὐδέποτ᾽ ἂν εὕροιεν καλλίους οὐδὲ μείζους οὐδὲ μᾶλλον ἅπασιν ἡμῖν συμφερούσας.