Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[136]
ἐμοὶ δὲ τῶν μὲν τοιούτων ἀκροατῶν οὐδὲν πώποτ᾽ ἐμέλησεν, οὐδὲ τοῖς ἄλλοις τοῖς εὖ φρονοῦσιν, ἐκείνων δὲ τῶν ἅ τε προεῖπον πρὸ ἅπαντος τοῦ λόγου μνημονευσόντων, τῷ τε πλήθει τῶν λεγομένων οὐκ ἐπιτιμησόντων, οὐδ᾽ ἢν μυρίων ἐπῶν ᾖ τὸ μῆκος, ἀλλ᾽ ἐφ᾽ αὑτοῖς εἶναι νομιούντων τοσοῦτον ἀναγνῶναι μέρος καὶ διελθεῖν ὁπόσον ἂν αὐτοὶ βουληθῶσιν, πάντων δὲ μάλιστα τῶν οὐδενὸς ἂν ἥδιον ἀκουόντων ἢ λόγου διεξιόντος ἀνδρῶν ἀρετὰς καὶ πόλεως τρόπον καλῶς οἰκουμένης,