Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[135]
ἔσται δ᾽ ὁ λόγος τοῖς μὲν ἡδέως ἂν ἀκούσασι πολιτείαν χρηστὴν ἐμοῦ διεξιόντος οὔτ᾽ ὀχληρὸς οὔτ᾽ ἄκαιρος, ἀλλὰ σύμμετρος καὶ προσήκων τοῖς πρότερον εἰρημένοις, τοῖς δὲ μὴ χαίρουσι τοῖς μετὰ πολλῆς σπουδῆς εἰρημένοις, ἀλλὰ τοῖς ἐν ταῖς πανηγύρεσι μάλιστα μὲν λοιδορουμένοις, ἢν δ᾽ ἀπόσχωνται τῆς μανίας ταύτης, ἐγκωμιάζουσιν ἢ τὰ φαυλότατα τῶν ὄντων ἢ τοὺς παρανομωτάτους τῶν γεγενημένων, τούτοις δ᾽ αὐτὸν οἶμαι δόξειν πολὺ μακρότερον εἶναι τοῦ δέοντος.