Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[110]
τοὺς δὲ φαυλοτέρους οὐ μόνον τούτων ὄντας ἀλλὰ καὶ τῶν πολλῶν, καὶ περὶ ἄλλου πράγματος οὐδενὸς ἂν οἵους τε γενομένους ἀνεκτῶς εἰπεῖν, περὶ δὲ Λακεδαιμονίων οὐ δυναμένους σιωπᾶν, ἀλλὰ προσδοκῶντας, ἢν ὑπερβάλλοντας τοὺς ἐπαίνους περὶ ἐκείνων ποιῶνται, τὴν αὐτὴν λήψεσθαι δόξαν τοῖς ἁδροτέροις αὐτῶν καὶ πολὺ βελτίοσιν εἶναι δοκοῦσι: τοὺς δὴ τοιούτους,