Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[68]
σκέψαι δ᾽ ὡς ἄξιόν ἐστι τοῖς τοιούτοις τῶν ἔργων μάλιστ᾽ ἐπιχειρεῖν, ἐν οἷς κατορθώσας μὲν ἐνάμιλλον τὴν σαυτοῦ δόξαν καταστήσεις τοῖς πρωτεύσασι, διαμαρτὼν δὲ τῆς προσδοκίας ἀλλ᾽ οὖν τήν γ᾽ εὔνοιαν κτήσει τὴν παρὰ τῶν Ἑλλήνων, ἣν πολὺ κάλλιόν ἐστι λαβεῖν ἢ πολλὰς πόλεις τῶν Ἑλληνίδων κατὰ κράτος ἑλεῖν: τὰ μὲν γὰρ τοιαῦτα τῶν ἔργων φθόνον ἔχει καὶ δυσμένειαν καὶ πολλὰς βλασφημίας, οἷς δ᾽ ἡμεῖς συμβεβουλεύκαμεν οὐδὲν πρόσεστι τούτων. ἀλλ᾽ εἴ τις θεῶν αἵρεσίν σοι δοίη μετὰ ποίας ἂν ἐπιμελείας καὶ διατριβῆς εὔξαιο τὸν βίον διαγαγεῖν, οὐδεμίαν ἕλοι᾽ ἄν, εἴπερ ἐμοὶ συμβούλῳ χρῷο, μᾶλλον ἢ ταύτην.