Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
τούτων ἀκούσαντες ἀπῆλθον, οὐκ οἶδ᾽ ὅπως τὴν διάνοιαν ἔχοντες. πλὴν οὐ πολλαῖς ἡμέραις ὕστερον ἐπιτελεσθέντος τοῦ λόγου καὶ δειχθέντος αὐτοῖς τοσοῦτον μετέπεσον, ὥστ᾽ ᾐσχύνοντο μὲν ἐφ᾽ οἷς ἐθρασύναντο, μετέμελε δ᾽ αὐτοῖς ἁπάντων τῶν εἰρημένων, ὡμολόγουν δὲ μηδενὸς πώποτε τοσοῦτον πράγματος διαμαρτεῖν, ἔσπευδον δὲ μᾶλλον ἢ 'γὼ πεμφθῆναί σοι τὸν λόγον τοῦτον, ἔλεγον δ᾽ ὡς ἐλπίζουσιν οὐ μόνον σὲ καὶ τὴν πόλιν ἕξειν μοι χάριν ὑπὲρ τῶν εἰρημένων, ἀλλὰ καὶ τοὺς Ἕλληνας ἅπαντας.