Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[147]
πάντα γὰρ ταῦτα παρῆν αὐτῇ πράττειν: ἀλλ᾽ ἐκ τούτων μὲν πολλαὶ κατηγορίαι κατ᾽ αὐτῆς γεγόνασιν, ἐκ δὲ τῆς Μαραθῶνι μάχης καὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας, καὶ μάλισθ᾽ ὅτι τὴν αὑτῶν ἐξέλιπον ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας, ἅπαντες αὐτὴν ἐγκωμιάζουσιν.