Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[82]
ἔτι πρὸς τούτοις ὑπὸ μὲν ἐκείνης τῆς εὐταξίας οὕτως ἐπαιδεύθησαν οἱ πολῖται πρὸς ἀρετήν, ὥστε σφᾶς μὲν αὐτοὺς μὴ λυπεῖν, τοὺς δ᾽ εἰς τὴν χώραν εἰσβάλλοντας ἅπαντας μαχόμενοι νικᾶν. ἡμεῖς δὲ τοὐναντίον: ἀλλήλοις μὲν γὰρ κακὰ παρέχοντες οὐδεμίαν ἡμέραν διαλείπομεν, τῶν δὲ περὶ τὸν πόλεμον οὕτω κατημελήκαμεν, ὥστ᾽ οὐδ᾽ εἰς ἐξετάσεις ἰέναι τολμῶμεν ἢν μὴ λαμβάνωμεν ἀργύριον.