Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[80]
ὅταν ἔχῃ κατὰ τρόπον ἡμῖν. οἱ μὲν τοίνυν Ἕλληνες οὕτως ἐπίστευον τοῖς κατ᾽ ἐκεῖνον τὸν χρόνον πολιτευομένοις, ὥστε τοὺς πλείστους αὐτῶν ἑκόντας ἐγχειρίσαι τῇ πόλει σφᾶς αὐτούς: οἱ δὲ βάρβαροι τοσοῦτον ἀπεῖχον τοῦ πολυπραγμονεῖν περὶ τῶν Ἑλληνικῶν πραγμάτων, ὥστε οὔτε μακροῖς πλοίοις ἐπὶ τάδε Φασήλιδος ἔπλεον οὔτε στρατοπέδοις ἐντὸς Ἅλυος ποταμοῦ κατέβαινον,