Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[60]
ἔπειτα κἀκεῖθεν ῥᾴδιον γνῶναι τὴν ἐμὴν διάνοιαν: ἐν γὰρ τοῖς πλείστοις τῶν λόγων τῶν εἰρημένων ὑπ᾽ ἐμοῦ φανήσομαι ταῖς μὲν ὀλιγαρχίαις καὶ ταῖς πλεονεξίαις ἐπιτιμῶν, τὰς δ᾽ ἰσότητας καὶ τὰς δημοκρατίας ἐπαινῶν, οὐ πάσας, ἀλλὰ τὰς καλῶς καθεστηκυίας, οὐδ᾽ ὡς ἔτυχον, ἀλλὰ δικαίως καὶ λόγον ἐχόντως.